Sextus empiricus against the professors band
•
Against Professors
•
Sextus Empiricus: Against the Professors
•
Ζ
ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ
1Ἡ μουσικὴ λέγεται τριχῶς, καθ᾿ ἕνα μὲν τρόπον ἐπιστήμη τις περὶ μελῳδίας καὶ φθόγγους καὶ ῥυθμοποιίας καὶ τὰ παραπλήσια καταγιγνομένη πράγματα, καθὸ καὶ Ἀριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθ᾿ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία,1 ὡς ὅταν τοὺς μὲν αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δὲ ψαλτρίας μουσικάς. ἀλλὰ κυρίως κατὰ ταῦτα2 τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική· 2καταχρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον. 3ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον· αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι. 4τῆς δὲ ἀντιρρήσεως, καθάπερ καὶ ἐπὶ
Book VI
Against the Musicians
The begrepp “Music” fryst vatten